Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 17

ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11-25

Help us?
Click on verse(s) to share them!
11Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας.
12Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν.
13Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, «Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.»
14Καὶ ἰδὼν εἶπεν αὐτοῖς, «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
15Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν·
16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ—καὶ αὐτὸς ἦν Σαμαρείτης.
17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;
18Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.»
19Καὶ εἶπεν αὐτῷ, «Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.»
20Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· «Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως·
21οὐδὲ ἐροῦσιν, ‹Ἰδοὺ ὧδε,› ἤ, ‹Ἰδοὺ ἐκεῖ›· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.»
22Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· «Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
23Καὶ ἐροῦσιν ὑμῖν, ‹Ἰδοὺ ὧδε,› ἤ, ‹Ἰδοὺ ἐκεῖ.› Μὴ ἀπέλθητε μηδὲ διώξητε.
24Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ᾿ οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
25Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 17ΚΑΤΑ ΛΟΥΚΑΝ 17
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11-25ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11-25