Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:15-40

Help us?
Click on verse(s) to share them!
15«Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδού, ὁ Βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.»
16(Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ.)
17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσεν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
19Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· «Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.»
20Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ.
21Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, «Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.»
22Ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσιν τῷ Ἰησοῦ.
23Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· «Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
24Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
25Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ, ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
26Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καί, ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.
27»Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω—‹Πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης›; Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην—
28‹Πάτερ, δόξασόν σου τὸ ὄνομα.› » Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.»
29Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον, «Ἄγγελος αὐτῷ λελάληκεν.»
30Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· «Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς.
31Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.
32Κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.»
33(Τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.)
34Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· «Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ‹Δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου›; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου;»
35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστιν. Περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
36Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.
37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν·
38ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπεν· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;»
39Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·
40«Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστραφῶσιν, καὶ ἰάσωμαι αὐτούς.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:15-40ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:15-40