Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 20

ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24-45

Help us?
Click on verse(s) to share them!
24Ἐπιδείξατέ μοι δηνάριον—τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Ἀποκριθέντες δὲ εἶπον, «Καίσαρος.»
25Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»
26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
28λέγοντες· «Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα ὁ ἀδελφὸς αὐτοῦ λάβῃ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
30καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·
31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν· ὡσαύτως δὲ καὶ οἱ ἑπτά—οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
32Ὕστερον δὲ πάντων, ἀπέθανεν καὶ ἡ γυνή.
33Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»
34Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται·
35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται.
36Οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν—καὶ υἱοί εἰσιν τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.›
38Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων—πάντες γὰρ αὐτῷ ζῶσιν.»
39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, «Διδάσκαλε, καλῶς εἶπας.»
40Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41Εἶπεν δὲ πρὸς αὐτούς· «Πῶς λέγουσιν τὸν Χριστὸν Υἱὸν Δαυὶδ εἶναι;
42Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν Βίβλῳ Ψαλμῶν, ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου
43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.›
44Δαυὶδ οὖν Κύριον αὐτὸν καλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦ ἐστιν;»
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 20ΚΑΤΑ ΛΟΥΚΑΝ 20
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24-45ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24-45