Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:27-32

Help us?
Click on verse(s) to share them!
27Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον, ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσιν τὸ Πάσχα.
29Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπεν, «Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;»
30Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.»
31Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.» Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα»
32(ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν).

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:27-32ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:27-32