1Υἱοὶ Λευὶ, Γεδσὼν, Καὰθ, καὶ Μεραρί.
2Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν, Λοβενὶ, καὶ Σεμεΐ.
3Υἱοὶ Καὰθ, Ἄμβραμ, καὶ Ἰσσαὰρ, Χεβρὼν, καὶ Ὀζιήλ.
4Υἱοὶ Μεραρὶ, Μοολὶ, καὶ ὁ Μουσί· καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν.
5Τῷ Γεδσὼν, τῷ Λοβενὶ υἱῷ αὐτοῦ, Ἰὲθ υἱὸς αὐτοῦ, Ζαμμὰθ υἱὸς αὐτοῦ,
6Ἰωὰβ υἱὸς αὐτοῦ, Ἀδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, Ἰεθρὶ υἱὸς αὐτοῦ.
7Υἱοὶ Καὰθ, Ἀμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ,
8Ἑλκανὰ υἱὸς αὐτοῦ, Ἀβισὰφ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ,
9Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, Ὀζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ.
10Καὶ υἱοὶ Ἑλκανὰ, Ἀμεσσὶ, καὶ Ἀχιμὼθ,
11Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ, Καιναὰθ υἱὸς αὐτοῦ,
12Ἐλιὰβ υἱὸς αὐτοῦ, Ιεροβοὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ.
13Υἱοὶ Σαμουὴλ, ὁ πρωτότοκος Σανὶ, καὶ Ἀβιά.
14Υἱοὶ Μεραρὶ, Μοολὶ, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεῒ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ,
15Σαμαὰ υἱὸς αὐτοῦ, Ἀγγία υἱὸς αὐτοῦ, Ἀσαῒας υἱὸς αὐτοῦ.
16Καὶ οὗτοι οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ.
17Καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.
18Καὶ οὗτοι οἱ ἑστηκότες, καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καὰθ, Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ, υἱοῦ Σαμουὴλ,
19υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἐλιὴλ, υἱοῦ Θοοὺ,
20υἱοῦ Σοὺφ, υἱοῦ Ἑλκανὰ, υἱοῦ Μαὰθ, υἱοῦ Ἀμαθὶ,
21υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρία, υἱοῦ Σαφανία,
22υἱοῦ Θαὰθ, υἱοῦ Ἀσὴρ, υἱοῦ Ἀβιασὰφ, υἱοῦ Κορὲ,
23υἱοῦ Ἰσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευὶ, υἱοῦ Ἰσραήλ.
24Καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσὰρ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰρ υἱὸς Βαραχία, υἱοῦ Σαμαὰ,
25υἱοῦ Μιχαὴλ, υἱοῦ Βαασία, υἱοῦ Μελχία,
26υἱοῦ Ἀθανὶ, υἱοῦ Ζααραῒ, υἱοῦ Ἀδαῒ,
27υἱοῦ Αἰθὰμ, υἱοῦ Ζαμμὰμ, υἱοῦ Σεμεῒ,
28υἱοῦ Ἰεὲθ, υἱοῦ Γεδσὼν, υἱοῦ Λευί.
29Καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κισὰ, υἱοῦ Ἀβαῒ, υἱοῦ Μαλῶχ,
30υἱοῦ Ἀσεβὶ, υἱοῦ Ἀμεσσία,
31υἱοῦ Βανὶ, υἱοῦ Σεμὴρ,
32υἱοῦ Μοολὶ, υἱοῦ Μουσὶ, υἱοῦ Μεραρὶ, υἱοῦ Λευί.
33Καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ.
34Καὶ Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων, καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ.
35Καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, Ἀβισοὺ υἱὸς αὐτοῦ,
36Βοκκὶ υἱὸς αὐτοῦ, Ὀζὶ υἱὸς αὐτοῦ, Σαραῒα υἱὸς αὐτοῦ,
37Μαριὴλ υἱὸς αὐτοῦ, Ἀμαρία υἱὸς αὐτοῦ, Ἀχιτὼβ υἱὸς αὐτοῦ,
38Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχιμάας υἱὸς αὐτοῦ.
39Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν, τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ αὐτῶν τοῖς Κααθὶ, ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος.
40Καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ Ἰούδα, καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς.
41Καὶ τὰ πεδία τῆς πόλεως, καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή.
42Καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν, καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς,
43καὶ τὴν Ἰεθὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς,
44καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθσαμὺς καὶ τὰ περισπόρια αὐτῆς·
45Καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαῒ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαλεμὰθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.
46Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, κλήρῳ πόλεις δέκα.
47Καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσάχαρ, ἐκ φυλῆς Ἀσὴρ, ἀπὸ φυλῆς Νεφθαλὶ, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν, πόλεις τρισκαίδεκα.
48Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβὴν, ἐκ φυλῆς Γὰδ, ἐκ φυλῆς Ζαβουλὼν, κλήρῳ πόλεις δεκαδύο.
49Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.
50Καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα, καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν, καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας ἃς ἐκάλεσαν αὐτὰς ἐπʼ ὀνόματος.
51Καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ.
52Καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ, καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς,
53καὶ τὴν Ἰεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς,
54καὶ τὴν Αἰλὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς·
55Καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Ἀνὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις.
56Τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περιπόλια αὐτῆς, καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περιπόλια αὐτῆς·
57Καὶ ἐκ φυλῆς Ἰσσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς,
58καὶ τὴν Ῥαμὼθ, καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς.
59Καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀβδὼν καὶ τὰ περισπόρια αὐτῆς,
60καὶ τὴν Ἀκὰκ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς·
61Καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Καριαθαῒμ καὶ τὰ περισπόρια αὐτῆς.
62Τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Θαβὼρ καὶ τὰ περισπόρια αὐτῆς,
63ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου τὴν Ἱεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου· ἐκ φυλῆς Ῥουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς,
64καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς·
65Ἐκ φυλῆς Γὰδ τὴν Ῥαμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μααναῒμ καὶ τὰ περισπόρια αὐτῆς,
66καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.