1Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι· ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβιγαίᾳ τῇ Καρμηλίᾳ·
2Ὁ τρίτος Ἀβεσσαλὼμ, υἱὸς Μωχὰ θυγατρὸς Θολμαῒ βασιλέως Γεδσούρ· ὁ τέταρτος Ἀδωνία υἱὸς Ἀγγίθ·
3Ὁ πέμπτος Σαφατία τῆς Ἀβιτὰλ· ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἀγλᾷ γυναικὶ αὐτοῦ.
4Ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών· καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη, καὶ ἑξάμηνον· καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.
5Καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαὰ, Σωβὰβ, Νάθαν, καὶ Σαλωμών· τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ·
6Καὶ Ἐβαὰρ, καὶ Ἐλισὰ, καὶ Ἐλιφαλὴθ,
7καὶ Ναγαὶ, καὶ Ναφὲκ, καὶ Ἰαφιὲ,
8καὶ Ἑλισαμὰ, καὶ Ἐλιαδὰ, καὶ Ἐλιφαλὰ, ἐννέα.
9Πάντες υἱοὶ Δαυὶδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θήμαρ ἀδελφὴ αὐτῶν.
10Υἱοὶ Σαλωμὼν, Ῥοβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,
11Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,
12Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαν υἱὸς αὐτοῦ,
13Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
14Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ.
15Καὶ υἱοὶ Ἰωσία, πρωτότοκος Ἰωανὰν, ὁ δεύτερος Ἰωακεὶμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
16Καὶ υἱοὶ Ἰωακείμ, Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
17Καὶ υἱοὶ Ἰεχονία, Ἀσὶρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
18Μελχειρὰμ, καὶ Φαδαΐας, καὶ Σανεσὰρ, καὶ Ἰεκιμία, καὶ Ὡσαμὰθ, καὶ Ναβαδίας.
19Καὶ υἱοὶ Φαδαΐας, Ζοροβάβελ, καὶ Σεμεΐ· καὶ υἱοὶ Ζοροβάβελ, Μοσολλὰμ, καὶ Ἀνανία, καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν,
20καὶ Ἀσουβὲ, καὶ Ὀὸλ, καὶ Βαραχὶα, καὶ Ἀσαδία, καὶ Ἀσοβὲδ, πέντε.
21Καὶ υἱοὶ Ἀνανία, Φαλεττία, καὶ Ἰεσίας υἱὸς αὐτοῦ, Ῥαφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
22Καὶ υἱὸς Σεχενία, Σαμαΐα· καὶ υἱοὶ Σαμαΐα, Χαττοὺς, καὶ Ἰωὴλ, καὶ Βεῤῥὶ, καὶ Νωαδία, καὶ Σαφὰθ, ἕξ.
23Καὶ υἱοὶ Νωαδία, Ἐλιθενὰν, καὶ Ἐζεκία, καὶ Ἐζρικὰμ, τρεῖς.
24Καὶ υἱοὶ Ἐλιθενὰν, Ὀδολία, καὶ Ἑλιασεβὼν, καὶ Φαδαΐα, καὶ Ἀκοὺβ, καὶ Ἰωανὰν, καὶ Δαλααΐα, καὶ Ἀνὰν, ἑπτά.