1Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
2Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὶ Ἀαρών·
3Καὶ διεῖλεν αὐτοὺς Δαυὶδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ, καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργείαν αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.
4Καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθάμαρ· καὶ διεῖλεν αὐτοὺς, τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, τοῖς υἱοῖς Ἰθάμαρ κατʼ οἴκους πατριῶν ὀκτώ.
5Καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων, καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεάζαρ καὶ ἐν τοῖς υἱοῖς Ἰθάμαρ.
6Καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς, εἷς εἷς τῷ Ἐλεάζαρ, καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
7Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰωαρὶμ, τῷ Ἰεδίᾳ ὁ δεύτερος,
8τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,
9τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος,
10τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβίᾳ ὁ ὄγδοος,
11τῷ Ἰησοῦ ὁ ἔννατος, τῷ Σεχενίᾳ ὁ δέκατος,
12τῷ Ἐλιαβὶ ὁ ἑνδέκατος, τῷ Ἰακὶμ ὁ δωδέκατος,
13τῷ Ὀπφᾷ ὁ τρισκαιδέκατος, τῷ Ἰεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, τῷ Βελγὰ ὁ πεντεκαιδέκατος,
14τῷ Ἐμμὴρ ὁ ἑκκαιδέκατος, τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος,
15τῷ Ἀφεσὴ ὁ ὀκτωκαιδέκατος, τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος,
16τῷ Ἐζεκὴλ ὁ εἰκοστὸς, τῷ Ἀχὶμ ὁ εἷς καὶ εἰκοστὸς,
17τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστὸς, τῷ Ἀδαλλαὶ ὁ τρίτος καὶ εἰκοστὸς,
18τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.
19Αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ.
20Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις, τοῖς υἱοῖς Ἀμβρὰμ, Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ Ἰεδία.
21Τῷ Ῥααβία ὁ ἄρχων.
22Καὶ τῷ Ἰσααρὶ, Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ, Ἰάθ.
23υἱοὶ Ἐκδιοῦ, Ἀμαδία ὁ δεύτερος, Ἰαζιὴλ ὁ τρίτος, Ἰεκμοὰμ ὁ τέταρτος.
24Τοῖς υἱοῖς Ὀζιὴλ, Μιχά· υἱοὶ Μιχὰ, Σαμήρ·
25Ἀδελφὸς Μιχὰ, Ἰσία· υἱὸς Ἰσία, Ζαχαρία.
26Υἱοὶ Μεραρὶ, Μοολὶ καὶ ὁ Μουσί·
27υἱοὶ Ὀζία τοῦ Μεραρὶ τῷ Ὀζίᾳ· υἱοὶ αὐτοῦ Ἰσοὰμ, καὶ Σακχοὺρ, καὶ Ἀβαΐ.
28Τῷ Μοολὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ· καὶ ἀπέθανεν Ἐλεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
29Τῷ Κὶς, υἱοὶ τοῦ Κὶς Ἱεραμεήλ.
30Καὶ υἱοὶ τοῦ Μουσὶ, Μοολὶ, καὶ Ἐδὲρ, καὶ Ἰεριμώθ· οὗτοι υἱοὶ τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν.
31Καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως, καὶ Σαδὼκ, καὶ Ἀχιμέλεχ, καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν πατριάρχαι Ἀραὰβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.