1ἈΔΑΜ, Σὴθ, Ἐνὼς,
2καὶ Καϊνᾶν, Μαλελεὴλ, Ἰάρεδ,
3Ἐνὼχ, Μαθουσάλα, Λάμεχ,
4Νῶε· υἱοὶ Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ.
5Υἱοὶ Ἰάφεθ, Γαμὲρ, Μαγὼγ, Μαδαῒμ, Ἰωϋὰν, Ἑλισὰ, Θοβὲλ, Μοσὸχ, καὶ Θίρας.
6Καὶ οἱ υἱοὶ Γαμὲρ, Ἀσχανὰζ, καὶ Ῥιφὰθ, καὶ Θοργαμά.
7Καὶ οἱ υἱοὶ Ἰωϋὰν, Ἑλισὰ, καὶ Θαρσὶς, Κίτιοι, καὶ Ῥόδιοι.
8Καὶ υἱοὶ Χὰμ, Χοὺς, καὶ Μεσραῒμ, Φοὺδ, καὶ Χαναάν.
9Καὶ υἱοὶ Χοὺς, Σαβὰ, καὶ Εὐιλὰ, καὶ Σαβαθὰ, καὶ Ῥεγμὰ, καὶ Σεβεθαχά· καὶ υἱοὶ Ῥεγμὰ, Σαβὰ, καὶ Δαδάν.
10Καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.
17Υἱοὶ Σὴμ, Αἰλὰμ, καὶ Ἀσσοὺρ,
24καὶ Ἀρφαξὰδ, Σάλα,
25Ἔβερ, Φαλὲγ, Ῥαγὰν,
26Σεροὺχ, Ναχὼρ, Θάῤῥα,
27Ἁβραάμ·
28Υἱοὶ δὲ Ἁβραὰμ, Ἰσαὰκ, καὶ Ἰσμαήλ.
29Αὗται δὲ αἱ γενέσεις αὐτῶν· πρωτότοκος Ἰσμαὴλ, Ναβαιὼθ, καὶ Κηδὰρ, Ναβδεὴλ, Μασσὰμ,
30Μασμὰ, Ἰδουμὰ, Μασσὴ, Χονδὰν, Θαιμὰν,
31Ἰεττοὺρ, Ναφὲς, Κεδμά· οὗτοι υἱοὶ Ἰσμαήλ.
32Καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἁβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰμ, Ἰεξὰν, Μαδιὰμ, Μαδὰμ, Σοβὰκ, Σωέ· καὶ υἱοὶ Ἰεξὰν, Δαιδὰν, καὶ Σαβαΐ.
33Καὶ υἱοὶ Μαδιὰμ, Γεφὰρ, καὶ Ὀφὲρ, καὶ Ἐνὼχ, καὶ Ἀβιδὰ, καὶ Ἐλδαδά· πάντες οὗτοι υἱοὶ Χεττούρας.
34Καὶ ἐγέννησεν Ἁβραὰμ τὸν Ἰσαάκ· καὶ υἱοὶ Ἰσαὰκ, Ἰακὼβ, καὶ Ἡσαῦ.
35Υἱοὶ Ἡσαῦ, Ἐλιφὰζ, καὶ Ῥαγουὴλ, καὶ Ἰεοὺλ, καὶ Ἰεγλὸμ, καὶ Κορέ.
36Υἱοὶ Ἐλιφὰζ, Θαιμὰν, καὶ Ὠμὰρ, Σωφὰρ, καὶ Γοωθὰμ, καὶ Κενὲζ, καὶ Θαμνὰ, καὶ Ἀμαλήκ.
37Καὶ υἱοὶ Ῥαγουὴλ, Ναχὲς, Ζαρὲ, Σομὲ, καὶ Μοζέ.
38Υἱοὶ Σηῒρ, Λωτὰν, Σωβὰλ, Σεβεγὼν, Ἀνὰ, Δησὼν, Ὠσὰρ, καὶ Δισάν.
39Καὶ υἱοὶ Λωτὰν, Χοῤῥὶ, καὶ Αἰμὰν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. Υἱοὶ Σωβὰλ, Ἀλὼν, Μαχανὰθ, Ταιβὴλ, Σωφὶ, καὶ Ὠνὰν·
40υἱοὶ δὲ Σεβεγὼν, Ἀῒθ, καὶ Σωνάν.
41Υἱοὶ Σωνὰν. Δαισών· υἱοὶ δὲ Δαισὼν, Ἐμερὼν, καὶ Ἀσεβὼν, καὶ Ἰεθρὰμ, καὶ Χαῤῥάν.
42Καὶ υἱοὶ Ὡσὰρ, Βαλαὰμ, καὶ Ζουκὰμ, καὶ Ἀκάν· υἱοὶ Δισὰν, Ὢς καὶ Ἀράν.
43Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεὼρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά.
44Καὶ ἀπέθανε Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόῤῥας.
45Καὶ ἀπέθανεν Ἰωβὰβ καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἁσὸμ ἐκ γῆς Θαιμανών.
46Καὶ ἀπέθανεν Ἁσόμ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ, ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωὰβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθαίμ.
47Καὶ ἀπέθανεν Ἁδὰδ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σεβλὰ ἐκ Μασεκκάς.
48Καὶ ἀπέθανε Σεβλὰ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαοὺλ ἐκ Ῥωβὼθ τῆς παρὰ ποταμόν.
49Καὶ ἀπέθανε Σαοὺλ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Βαλαεννὼρ υἱὸς Ἀχωβώρ.
50Καὶ ἀπέθανε Βαλαεννὼρ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ, Φογώρ.
51Ἡγεμόνες Ἐδώμ· ἡγεμὼν Θαμνὰ, ἡγεμὼν Γωλαδὰ, ἡγεμὼν Ἰεθὲρ,
52ἡγεμὼν Ἐλιβαμὰς, ἡγεμὼν Ἠλὰς, ἡγεμὼν Φινὼν,
53ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Βαβσὰρ,
54ἡγεμὼν Μαγεδιὴλ, ἡγεμὼν Ζαφωΐν· οὗτοι ἡγεμόνες Ἐδώμ.