Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 1

ΚΑΤΑ ΛΟΥΚΑΝ 1:67-79

Help us?
Click on verse(s) to share them!
67Καὶ Ζαχαρίας, ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσεν λέγων·
68«Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ—
70καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ—
71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς·
72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73ὅρκον ὃν ὤμοσεν πρὸς Ἁβραὰμ τὸν πατέρα ἡμῶν·
74τοῦ δοῦναι ἡμῖν ἀφόβως (ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας) λατρεύειν αὐτῷ,
75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
76»Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
78διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους·
79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 1ΚΑΤΑ ΛΟΥΚΑΝ 1
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 1:67-79ΚΑΤΑ ΛΟΥΚΑΝ 1:67-79