Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ

ΑΡΙΘΜΟΙ 33

Help us?
Click on verse(s) to share them!
1Καὶ οὗτοι οἱ σταθμοὶ τῶν υἱῶν Ἰσραὴλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.
2Καὶ ἔγραψε Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν, καὶ τοὺς σταθμοὺς αὐτῶν, διὰ ῥήματος Κυρίου· καὶ οὗτοι σταθμοὶ τῆς πορείας αὐτῶν.
3Ἀπῆραν ἐκ Ῥαμεσσὴ τῷ μηνὶ τῷ πρώτῳ, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων.
4Καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὐτῶν τοὺς τεθνηκότας πάντας οὓς ἐπάταξε Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ· καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησε τὴν ἐκδίκησιν Κύριος.
5Καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ, παρενέβαλον εἰς Σοκχώθ.
6Καὶ ἀπάραντες ἐκ Σοκχὼθ, παρενέβαλον εἰς Βουθὰν, ὅ ἐστι μέρος τι τῆς ἐρήμου·
7Καὶ ἀπῇραν ἐκ Βουθὰν, καὶ παρενέβαλον ἐπὶ τὸ στόμα Εἰρὼθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφὼν, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.
8Καὶ ἀπῇραν ἀπέναντι Εἰρὼθ, καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον· καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ, καὶ παρενέβαλον ἐν Πικρίαις.
9Καὶ ἀπῇραν ἐκ Πικριῶν, καὶ ἦλθον εἰς Αἰλίμ· καὶ ἐν Αἰλὶμ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ.
10Καὶ ἀπῇραν ἐξ Αἰλὶμ, καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν.
11Καὶ ἀπῇραν ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σίν.
12Καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν, καὶ παρενέβαλον εἰς Ῥαφακά.
13Καὶ ἀπῇραν ἐκ Ῥαφακὰ, καὶ παρενέβαλον ἐν Αἰλούς.
14Καὶ ἀπῇραν ἐξ Αἰλούς, καὶ παρενέβαλον ἐν Ῥαφιδίν· καὶ οὐκ ἦν ἐκεῖ ὕδωρ τῷ λαῷ πιεῖν.
15Καὶ ἀπῇραν ἐκ Ῥαφιδὶν, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινᾶ.
16Καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σινᾶ, καὶ παρενέβαλον ἐν μνήμασι τῆς ἐπιθυμίας.
17Καὶ ἀπῇραν ἐκ μνημάτων τῆς ἐπιθυμίας, καὶ παρενέβαλον ἐν Ἀσηρώθ.
18Καὶ ἀπῇραν ἐξ Ἀσηρὼθ, καὶ παρενέβαλον ἐν Ῥαθαμᾷ.

19Καὶ ἀπῇραν ἐκ Ῥαθαμᾶ, καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φαρές.
20Καὶ ἀπῇραν ἐκ Ῥεμμὼν Φαρὲς, καὶ παρενέβαλον εἰς Λεβωνᾶ.
21Καὶ ἀπῇραν ἐκ Λεβῶνα, καὶ παρενέβαλον εἰς Ῥεσσάν.
22Καὶ ἀπῇραν ἐκ Ῥεσσὰν, καὶ παρενέβαλον εἰς Μακελλάθ.
23Καὶ ἀπῇραν ἐκ Μακελλὰθ, καὶ παρενέβαλον εἰς Σαφάρ.
24Καὶ ἀπῇραν ἑκ Σαφὰρ, καὶ παρενέβαλον εἰς Χαραδάθ.
25Καὶ ἀπῇραν ἐκ Χαραδὰθ, καὶ παρενέβαλον εἰς Μακηλώθ.
26Καὶ ἀπῇραν ἐκ Μακηλὼθ, καὶ παρενέβαλον εἰς Καταάθ.
27Καὶ ἀπῇραν ἐκ Καταὰθ, καὶ παρενέβαλον εἰς Ταράθ.
28Καὶ ἀπῇραν ἐκ Ταρὰθ, καὶ παρενέβαλον εἰς Μαθεκκά.
29Καὶ ἀπῇραν ἐκ Μαθεκκὰ, καὶ παρενέβαλον εἰς Σελμωνᾶ.
30Καὶ ἀπῇραν ἐκ Σελμωνᾶ, καὶ παρενέβαλον εἰς Μασουρούθ.
31Καὶ ἀπῇραν ἐκ Μασουροὺθ, καὶ παρενέβαλον εἰς Βαναία.
32Καὶ ἀπῇραν ἐκ Βαναία, καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ.
33Καὶ ἀπῇραν ἐκ τοῦ ὄρους Γαδγὰδ, καὶ παρενέβαλον εἰς Ἐτεβαθά.
34Καὶ ἀπῇραν ἐξ Ἐτεβαθὰ, καὶ παρενέβαλον εἰς Ἐβρωνά.
35Καὶ ἀπῇραν ἐξ Ἐβρωνὰ, καὶ παρενέβαλον εἰς Γεσιὼν Γάβερ.
36Καὶ ἀπῇραν ἐκ Γεσιὼν Γάβερ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σίν· καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν, καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδης.

37Καὶ ἀπῇραν ἐκ Κάδης, καὶ παρενέβαλον εἰς Ὢρ τὸ ὄρος πλησίον γῆς Ἐδώμ.
38Καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου, καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός.
39Καὶ Ἀαρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνησκεν ἐν Ὢρ τῷ ὄρει.
40Καὶ ἀκούσας ὁ Χανανὶς βασιλεὺς Ἀρὰδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χαναὰν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ·
41καὶ ἀπῇραν ἐξ Ὢρ τοῦ ὄρους, καὶ παρενέβαλον εἰς Σελμωνᾶ.
42Καὶ ἀπῇραν ἐκ Σελμωνᾶ, καὶ παρενέβαλον εἰς Φινώ.
43Καὶ ἀπῇραν ἐκ Φινὼ, καὶ παρενέβαλον ἐν Ὠβώθ.
44Καὶ ἀπῇραν ἐξ Ὠβὼθ, καὶ παρενέβαλον ἐν Γαῒ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ.
45Καὶ ἀπῇραν ἐκ Γαῒ, καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ.
46Καὶ ἀπῇραν ἐκ Δαιβὼν Γὰδ, καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθαίμ.
47Καὶ ἀπῇραν ἐκ Γελμὼν Δεβλαθαὶμ, καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρὶμ, ἀπέναντι Ναβαῦ.
48Καὶ ἀπῇραν ἀπὸ ὀρέων Ἀβαρὶμ, καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
49Καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀναμέσον Αἰσιμώθ, ἕως Βελσᾶ τὸ κατὰ δυσμὰς Μωάβ.
50Καὶ ἐλάλησε Κύριος πρὸ; Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ, λέγων,
51λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναάν.
52Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν, καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν, καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ, καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.
53Καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ κατοικήσετε ἐν αὐτῇ, ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.
54Καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσι πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἂν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ, ἐκεῖ αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.

55Ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν, καὶ ἐχθρεύσουσιν ὑμῖν ἐπὶ τῆς γῆς, ἐφʼ ἣν ὑμεῖς κατοικήσετε.
56Καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτοὺς, ποιήσω ὑμᾶς.