Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ

ΑΡΙΘΜΟΙ 34

Help us?
Click on verse(s) to share them!
1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
2ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναὰν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς.
3Καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς Λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδὼμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν.
4Καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ Λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν, καὶ παρελεύσεται Ἐννὰκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς Λίβα Κάδης τοῦ Βαρνὴ, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ, καὶ παρελεύσεται Ἀσεμωνᾶ.
5Καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάῤῥουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
6Καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
7Καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βοῤῥᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος.
8Καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἐμὰθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ.
9Καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνὰ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ Βοῤῥᾶ.
10Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπεφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγὰς, και καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν.
11Καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμὰρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν.
12Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή· αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
13Καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.
14Ὅτι ἔλαβε φυλὴ υἱῶν Ῥουβὴν, καὶ φυλὴ υἱῶν Γὰδ κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν.
15Δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ ἀπὸ Νότου κατʼ ἀνατολάς.
16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
18Καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.

19Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή.
20Τῆς φυλῆς Συμεὼν, Σαλαμιὴλ υἱὸς Σεμιούδ.
21Τῆς φυλῆς Βενιαμὶν, Ἐλδὰδ υἱὸς Χασλών·
22Τῆς φυλῆς Δὰν, ἄρχων Βακχὶρ υἱὸς Ἐγλί.
23Τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ, ἄρχων Ἀνιὴλ υἱὸς Σουφί.
24Τῆς φυλῆς υἱῶν Ἐφραὶμ, ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν.
25Τῆς φυλῆς Ζαβουλὼν, ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ.
26Τῆς φυλῆς υἱῶν Ἰσσάχαρ, ἄρχων Φαλτιὴλ υἱὸς Ὀζᾶ.
27Τῆς φυλῆς υἱῶν Ἀσὴρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί.
28Τῆς φυλῆς Νεφθαλὶ, ἄρχων Φαδαὴλ υἱὸς Ἰαμιούδ.
29Τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν.