Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:5-16

Help us?
Click on verse(s) to share them!
5(Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.)
6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.
7Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, «Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.»
8Λέγουσιν αὐτῷ οἱ μαθηταί, «Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;»
9Ἀπεκρίθη Ἰησοῦς· «Οὐχὶ δώδεκά ὧραί εἰσιν τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.
10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»
11Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.»
12Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, «Κύριε, εἰ κεκοίμηται σωθήσεται.»
13Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν.
15Καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. Ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.»
16Εἶπεν οὖν Θωμᾶς (ὁ λεγόμενος Δίδυμος) τοῖς συμμαθηταῖς, «Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:5-16ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:5-16