Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΘΡΗΝΟΙ

ΘΡΗΝΟΙ 3

Help us?
Click on verse(s) to share them!
1ΑΛΕΦ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν, ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπʼ ἐμέ.
2Παρέλαβέ με καὶ ἀπήγαγέ με εἰς σκότος, καὶ οὐ φῶς.
3Πλὴν ἐν ἐμοὶ ἐπέστρεψε χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν,
4ἐπαλαίωσε σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν.
5ΒΗΘ. Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ ἐκύκλωσε κεφαλήν μου, καὶ ἐμόχθησεν·
6ἐν σκοτεινοῖς ἐκάθισέ με ὡς νεκροὺς αἰῶνος.
7Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνε χαλκόν μου.
8ΓΙΜΕΛ. Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου.
9ΔΑΛΕΘ. Ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξε τρίβους μου,
10ἐτάραξεν ἄρκος ἐνεδρεύουσα, αὐτός μοι λέων ἐν κρυφαίοις,
11κατεδίωξεν ἀφεστηκότα, καὶ κατέπαυσέ με, ἔθετό με ἠφανισμένην.
12Η. Ἐνέτεινε τόξον αὐτοῦ, καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος.
13Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ.
14Ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν.
15ΟΥΑΥ. Ἐχόρτασέ με πικρίας, ἐμέθυσέ με χολῆς,
16καὶ ἐξέβαλε ψήφῳ ὀδόντας μου· ἐψώμισέ με σποδὸν,
17καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου· ἐπελαθόμην ἀγαθά.
18Καὶ ἀπώλετο νῖκός μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου.

19ΖΑΙΝ. Ἐμνήσθην ἀπὸ πτωχείας μου, καὶ ἐκ διωγμοῦ πικρία καὶ χολή μου μνησθήσεται,
20καὶ καταδολεσχήσει ἐπʼ ἐμὲ ἡ ψυχή μου.
21Ταύτην τάξω εἰς τὴν καρδίαν μου, διατοῦτο ὑπομενῶ.
21aΗΘ. Τὰ ἐλέη Κυρίου, ὅτι οὐκ ἐξέλιπέ με, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ· μῆνας εἰς τὰς πρωΐας ἐλέησον Κύριε, ὅτι οὐ συνετελέσθημεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ.
21bΚαινὰ εἰς τὰς πρωΐας, πολλὴ ἡ πίστις σου.
21cΜερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου· διατοῦτο ὑπομενῶ αὐτῷ·
25ΤΗΘ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ψυχὴ ἣ ζητήσει αὐτὸν, ἀγαθόν·
26καὶ ὑπομενεῖ, καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου.
27ΤΗΘ. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ,
28καθήσεται κατὰ μόνας, καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφʼ ἑαυτῷ.
30ΙΩΔ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν·
31Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος.
32ΧΑΦ. Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ,
33οὐκ ἀπεκριθη ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.
34ΛΑΜΕΔ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
35τοῦ ἐκκλίναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,
36καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν, Κύριος οὐκ εἶπε.
37Τίς οὕτως εἶπε, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο.

38Ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.
39ΜΗΜ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
40ΝΟΥΝ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψομεν ἕως Κυρίου.
41Ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ.
42Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
43ΣΑΜΕΧ. Ἐπεσκέπασας ἐν ʼθυμῷ, καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω.
44Ἐπεσκέπασας νεφέλην σεαυτῷ ἕινεκεν προσευχῆς,
45καμμύσαι με καὶ ἀπωσθῆναι. ΑΙΝ. Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.
46Διήνοιξαν ἐφʼ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν.
47Φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή.
48Ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.
49ΦΗ. Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,
50ἕως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ.
51Ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως.
52ΤΣΑΔΗ. Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον· πάντες οἱ ἐχθροί μου δωρεὰν
53ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου, καὶ ἐπέθηκαν λίθον ἐπʼ ἐμοί.
54Ὑπερεχύθη ὕδωρ ἐπὶ τὴν κεφαλήν μου· εἶπα, ἄπωσμαι.
55ΚΩΦ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου·

56Φωνήν μου ἤκουσας· μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου·
57Εἰς τὴν βοήθειάν μου ἤγγισας· ἐν ἡμέρᾳ ᾗ ἐπεκαλεσάμην σε εἶπάς μοι, μὴ φοβοῦ.
58ΡΗΧΣ. Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου.
59Ἴδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου.
60Εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν, εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί.
61ΧΣΕΝ. Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατʼ ἐμοῦ,
62χείλη ἐπανισταμένων μοι, καὶ μελέτας αὐτῶν κατʼ ἐμοῦ ὅλην τὴν ἡμέραν,
63καθέδραν αὐτῶν, καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ ὀφθαλμοὺς αὐτῶν.
64Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν.
65ΘΑΥ. Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν, καρδίας μου μόχθον.
66Σὺ αὐτοὺς καταδιώξεις ἐν ὀργῇ, καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτωθεν τοῦ οὐρανοῦ, Κύριε.