Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 5

ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29-39

Help us?
Click on verse(s) to share them!
29Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι.
30Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν, καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, «Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;»
31Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.
32Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, εἰς μετάνοιαν.»
33Οἱ δὲ εἶπον πρὸς αὐτόν, «Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;»
34Ὁ δὲ εἶπεν πρὸς αὐτούς· «Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν;
35Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.»
36Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι «Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίζει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἀπὸ τοῦ καινοῦ.
37Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.
38Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39Καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον, λέγει γάρ, ‹Ὁ παλαιὸς χρηστότερός ἐστιν.› »

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 5ΚΑΤΑ ΛΟΥΚΑΝ 5
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29-39ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29-39