Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΗΣΑΙΑΣ - ΗΣΑΙΑΣ 43

ΗΣΑΙΑΣ 43:5-11

Help us?
Click on verse(s) to share them!
5Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε.
6Ἐρῶ τῷ Βοῤῥᾷ, ἄγε, καὶ τῷ Λιβὶ, μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ τῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς,
7πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα αὐτὸν, καὶ ἐποίησα αὐτὸν,
8καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοὶ, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.
9Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοῦς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
10Γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετʼ ἐμὲ οὐκ ἔσται.
11Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων.

Read ΗΣΑΙΑΣ 43ΗΣΑΙΑΣ 43
Compare ΗΣΑΙΑΣ 43:5-11ΗΣΑΙΑΣ 43:5-11