1Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.
2Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό.
3Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.
4Καὶ οὐκέτι κληθήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σοὶ γὰρ κληθήσεται, Θέλημα ἐμὸν, καὶ τῇ γῇ σου, Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ, καὶ ἡ γῆ σου συνοικισθήσεται.
5Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
6Καὶ ἐπὶ τῶν τειχῶν σου Ἱερουσαλὴμ κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.
7Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς.
8Ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώματα σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφʼ ᾧ ἐμόχθησας.
9Ἀλλʼ οἱ συναγαγόντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου.
10Πορεύεσθε διὰ τῶν πυλῶν μοῦ, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.
11Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιὼν, ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.
12Καὶ καλέσει αὐτὸν Λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ Ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελιμμένη.