Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΗΣΑΙΑΣ

ΗΣΑΙΑΣ 23

Help us?
Click on verse(s) to share them!
1Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων, ἦκται αἰχμάλωτος.
2Τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν
3ἐν ὕδατι πολλῷ, σπέρμα μετάβολων; ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μεταβόλοι τῶν ἐθνῶν.
4αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν, οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.
5Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.
6Ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.
7Οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἀπʼ ἀρχῆς, πρινὴ παραδοθῆναι αὐτήν;
8Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἢ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι ἄρχοντες τῆς γῆς.
9Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.
10Ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος.
11Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χαναὰν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.
12Καὶ ἐροῦσιν, οὐκέτι οὐ μὴ προστεθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιδῶνος· καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι·
13Καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.
14Ὀλολύξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν.
15Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης.
16Λάβε κιθάραν, ῥέμβευσον πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.
17Καὶ ἔσται μετὰ τὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον τῆς γῆς.
18Καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον Κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου.