1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν· ἀνελεῖ τὸν δράκοντα.
2Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός, ἐπιθύμημα ἐξάρχειν κατʼ αὐτῆς.
3Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος.
4Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν· τοίνυν διατοῦτο ἐποίησε Κύριος πάντα, ὅσα συνέταξε· κατακέκαυμαι
5Βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην,
6οἱ ἐρχόμενοι τέκνα Ἰακώβ· βλαστήσει καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.
7Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;
8Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;
9Διατοῦτο ἀφαιρεθήσεται ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι τὴν ἁμαρτίαν αὐτοῦ, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.
10Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται ποίμνια.
11Καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι· γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διατοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.
12Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει ὁ Θεὸς ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ.
13Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ.