Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΜΩΣ. Βʹ

ΑΜΩΣ. Βʹ 5

Help us?
Click on verse(s) to share them!
1Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφʼ ὑμᾶς, θρῆνον. Οἶκος Ἰσραὴλ
2ἔπεσεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι. Παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.
3Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν· καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.
4Διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραὴλ, ἐκζητήσατέ με, καὶ ζήσεσθε.
5Καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ, καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.
6Ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ, καὶ καταφάγῃ αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.
7Ὁ ποιῶν εἰς ὕψος κρίμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·
8ὁ ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τοπρωῒ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· Κύριος ὄνομα αὐτῷ·
9ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.
10Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο.
11Διατοῦτο ἀνθʼ ὧν κατεκονδύλιζον πτωχοὺς, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρʼ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.
12Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα, καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.
13Διατοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν.
14Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθʼ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε,
15μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.
16Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ἐν πάσαις ταῖς πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ῥηθήσεται οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον.
17Καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.
18Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς.

19Ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.
20Οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη;
21Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν.
22Διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι, καὶ σωτηρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.
23Μετάστησον ἀπʼ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.
24Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα, καὶ δικαιοσύνη ὡς χειμάῤῥους ἄβατος.
25Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι οἶκος Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ;
26Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς.
27Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος· ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.