Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Α

ΒΑΣΙΛΕΙΩΝ Α 13

Help us?
Click on verse(s) to share them!
2Καὶ ἐκλέγεται ἐαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ· καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμὰς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ Ἰωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν· καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ.
3Καὶ ἐπάταξεν Ἰωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι· καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν, λέγων, ἠθετήκασιν οἱ δοῦλοι.
4Καὶ πᾶς Ἰσραὴλ ἤκουσε λεγόντων, πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις· καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις.
5Καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἀναβαίνουσιν ἐπὶ Ἰσραὴλ τριάκοντα χιλιάδες ἁρμάτων, καὶ ἓξ χιλιάδες ἱππέων, καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ Νότου.
6Καὶ ἀνὴρ Ἰσραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις, καὶ ἐν ταῖς μάνδραις, καὶ ἐν ταῖς πέτραις, καὶ ἐν τοῖς βόθροις, καὶ ἐν τοῖς λάκκοις.
7Καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ἰορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ· καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.
8Καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουήλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπʼ αὐτοῦ.
9Καὶ εἶπε Σαούλ, προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν.
10Καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν.
11Καὶ εἶπε Σαμουήλ, τί πεποίηκας; καὶ εἶπε Σαούλ, ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπʼ ἐμοῦ, καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς,
12καὶ εἶπα, νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρὸς μὲ εἰς Γάλγαλα, καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην, καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.
13Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ Ἰσραὴλ ἕως αἰῶνος.
14Καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.
15Καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν ἐκ Γαλγάλων· καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ· αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμίν. Καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετʼ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.
16Καὶ Σαοὺλ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετʼ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν, καὶ ἔκλαιον· Καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς.
17Καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γὴν Σωγὰλ,
18καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρὼν, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ.
19Καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ἰσραὴλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι, μὴ ποιήσωσιν οἱ Ἑβραῖοι ῥομφαίαν καὶ δόρυ.

20Καὶ κατέβαινον πᾶς Ἰσραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ, καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.
21Καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή.
22Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς, καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωνάθαν· καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ἰωνὰθαν υἱῷ αὐτοῦ.
23Καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς.