Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΕΖΕΚΙΗΛ

ΙΕΖΕΚΙΗΛ 48

Help us?
Click on verse(s) to share them!
1Καὶ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς Βοῤῥᾶν, κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἠμὰθ αὐλῆς τοῦ Αἰλὰμ, ὅριον Δαμασκοῦ πρὸς Βοῤῥᾶν κατὰ μέρος Ἠμὰθ αὐλῆς· καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν, Δὰν, μία.
2Καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἀσσὴρ, μία.
3Καὶ ἀπὸ τῶν ὁρίων Ἀσσὴρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Νεφθαλεὶμ, μία.
4Καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλεὶμ, ἀπὸ ἀνατολῶν, ἕως τῶν πρὸς θάλασσαν, Μανασσῆ, μία·
5Καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἐφραίμ, μία.
6Καὶ ἀπὸ τῶν ὁρίων Ἐφραὶμ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ῥουβὴν, μία.
7Καὶ ἀπὸ τῶν ὁρίων Ῥουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἰούδα, μία.
8Καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ πέντε καὶ εἴκοσι χιλιάδες εὖρος, καὶ μῆκος, καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς, καὶ ἕως τῶν πρὸς θάλασσαν· καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν.
9Ἀπαρχὴν, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι πέντε χιλιάδες.
10Τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων τοῖς ἱερεῦσιν πρὸς Βοῤῥᾶν, πέντε καὶ εἴκοσι χιλιάδες· καὶ πρὸς θάλασσαν, δέκα χιλιάδες· καὶ πρὸς Νότον, εἴκοσι καὶ πέντε χιλιάδες· καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ
11τοῖς ἱερεῦσι, τοῖς ἡγιασμένοις υἱοῖς Σαδδοὺκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραὴλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται.
12Καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευειτῶν.
13Τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος δέκα χιλιάδες· πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὖρος εἴκοσι χιλιάδες.
14Οὐ πραθήσεται ἐξ αὐτοῦ, οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογεννήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστι τῷ Κυρίῳ.
15Τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσι, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν, καὶ εἰς διάστημα αὐτοῦ· καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ·
16Καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς Βοῤῥᾶν, πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς Νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς, πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν, τετρακισχιλίους πεντακοσίους.
17Καὶ ἔσται διάστημα τῇ πόλει πρὸς Βοῤῥᾶν διακόσιοι πεντήκοντα, καὶ πρὸς Νότον διακόσιοι καὶ πεντήκοντα, καὶ πρὸς ἀνατολὰς, διακόσιοι πεντήκοντα, καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα.
18Καὶ τὸ περισσὸν τοῦ μηκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων, δέκα χιλιάδες πρὸς ἀνατολὰς, καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γεννήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν.

19Οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ.
20Πᾶσα ἡ ἀπαρχὴ, πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον· ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου, ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως.
21Τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου, καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν, ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν, ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς.
22Καὶ παρὰ τῶν Λευιτῶν, ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀναμέσον τῶν ὁρίων Ἰούδα, καὶ ἀναμέσον τῶν ὁρίων Βενιαμὶν, καὶ τῶν ἀφηγουμένων ἔσται.
23Καὶ τὸ περισσὸν τῶν φυλῶν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Βενιαμὶν, μία.
24Καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμὶν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλα σσαν, Συμεὼν, μία.
25Καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεὼν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ἰσσάχαρ, μία.
26Καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσάχαρ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Ζαβουλὼν, μία.
27Καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς θάλασσαν, Γὰδ, μία,
28καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ, ἀπὸ τῶν πρὸς ἀνατολὰς, ἕως τῶν πρὸς Λίβα· καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν, καὶ ὕδατος βαριμὼθ Κάδης, κληρονομίας, ἕως τῆς θαλάσσης τῆς μεγάλης.
29Αὕτη ἡ γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς τοῦ Ἰσραήλ· καὶ οὗτοι οἱδιαμερισμοὶ αὐτῶν, λέγει Κύριος Θεός.
30Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς Βοῤῥᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ.
31Καὶ αἱ πύλαι τῆς πόλεως, ἐπʼ ὀνόμασι φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς Βοῤῥᾶν, πύλη Ῥουβὴν μία, καὶ πύλη Ἰούδα, μία, καὶ πύλη Λευῒ, μία.
32Καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι, καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ, μία, καὶ πύλη Βενιαμεὶν, μία, καὶ πύλη Δὰν, μία.
33Καὶ τὰ πρὸς Νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν, μία, καὶ πύλη Ἰσσάχαρ, μία, καὶ πύλη Ζαβουλὼν, μία.
34Καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· πύλαι τρεῖς, πύλη Γὰδ, μία, καὶ πύλη Ἀσσὴρ, μία, καὶ πύλη Νεφθαλεὶμ, μία.
35Κύκλωμα, δέκα καὶ ὀκτὼ χιλιάδες· καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφʼ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.