Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 24

Help us?
Click on verse(s) to share them!
1Ὢν ἐτῶν ἑπτὰ Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ. καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβιὰ ἐκ Βηρσαβεέ.
2Καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ τοῦ ἱερέως.
3Καὶ ἔλαβεν Ἰωδαὲ δύο γυναῖκας ἑαυτῷ, καὶ ἐγέννησαν υἱοὺς καὶ θυγατέρας.
4Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐγένετο ἐπὶ καρδίαν Ἰωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου.
5Καὶ συνήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, καὶ εἶπεν αὐτοῖς, ἐξέλθατε εἰς τὰς πόλεις Ἰούδα, καὶ συναγάγετε ἀπὸ παντὸς Ἰσραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται.
6Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰωὰς τὸν Ἰωδαὲ τὸν ἄρχοντα, καὶ εἶπεν αὐτῷ, διατί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ἰούδα καὶ Ἱερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, ὅτι ἐξεκκλησίασε τὸν Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου;
7Ὅτι Γοθολία ἦν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ· καὶ γὰρ τὰ ἅγια οἴκου Κυρίου ἐποίησαν ταῖς Βααλίμ.
8Καὶ εἶπεν ὁ βασιλεὺς, γενηθήτω γλωσσόκομον, καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω.
9Καὶ κηρυξάτωσαν ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, εἰσενέγκαι Κυρίῳ καθὼς εἶπε Μωυσῆς παῖς τοῦ Θεοῦ ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.
10Καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαὸς, καὶ εἰσέφερον καὶ ἐνέβαλον εἰς τὸ γλωσσόκομον ἕως οὗ ἐπληρώθη.
11Καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν, καὶ ὡς εἶδον ὅτι ἐπλεόνασε τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου, καὶ ἐξεκένωσεν τὸ γλωσσόκομον, καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας, καὶ συνήγαγον ἀργύριον πολύ.
12Καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ποιοῦσι τὰ ἔργα εἰς ἐργασίαν οἴκου Κυρίου· καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου, καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου.
13Καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν, καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ, καὶ ἐνίσχυσαν.
14Καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ἰωδαὲ τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον Κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων, καὶ θυΐσκας χρυσᾶς καὶ ἀργυρᾶς, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ Κυρίου διαπαντὸς πάσας τὰς ἡμέρας Ἰωδαέ.
15Καὶ ἐγήρασεν Ἰωδαὲ πλήρης ἡμερῶν, καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾷν αὐτόν.
16Καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ἰσραὴλ καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
17Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰωδαὲ εἰσῆλθον οἱ ἄρχοντες Ἰούδα, καὶ προσεκύνησαν τὸν βασιλέα· τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς.
18Καὶ ἐγκατέλιπον τὸν οἶκον Κυρίον Θεοῦ τῶν πατέρων αὐτῶν, καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις, καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδαν καὶ ἑπὶ Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ταύτῃ.

19Καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.
20Καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπε, τάδε λέγει Κύριος, τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.
21Καὶ ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν διʼ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.
22Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ· καὶ ὡς ἀπέθνησκεν, εἶπεν, ἴδοι Κύριος καὶ κρινάτω.
23Καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπʼ αὐτὸν δύναμις Συρίας, καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ, καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ.
24Ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας, καὶ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα.
25Καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπʼ αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις, καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.
26Καὶ οἱ ἐπιθέμενοι ἐπʼ αὐτὸν Ζαβὲδ ὁ τοῦ Σαμαὰθ ὁ Ἀμμανίτης, καὶ Ἰωζαβὲδ ὁ τοῦ Σαμαρὴθ ὁ Μωαβίτης,
27καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε· καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.