Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΚΡΙΤΑΙ

ΚΡΙΤΑΙ 12

Help us?
Click on verse(s) to share them!
1Καὶ ἐβόησεν ἀνὴρ Ἐφραὶμ, καὶ παρῆλθαν εἰς Βοῤῥᾶν, καὶ εἶπαν πρὸς Ἰεφθάε, διατί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
2Καὶ εἶπε πρὸς αὐτοὺς Ἰεφθὰε, ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
3Καὶ εἶδον ὅτι οὐκ εἶ σωτὴρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου, καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμὼν, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπʼ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;
4Καὶ συνέστρεψεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ, καὶ παρετάξατο τῷ Ἐφραὶμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραὶμ, ὅτι εἶπαν οἱ διασωζόμενοι τοῦ Ἐφραὶμ, ὑμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ.
5Καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραὶμ, διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ, μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν, οὔ.
6Καὶ εἶπαν αὐτῷ, εἶπον δὴ στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως· καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες.
7Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ.
8Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισσὰν ἀπὸ Βηθλεέμ.
9Καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ, καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινε τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.
10Καὶ ἀπέθανεν Ἀβαισσὰν, καὶ ἐτάφη ἐν Βηθλεέμ.
11Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα ἔτη.
12Καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνίτης, καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών.
13Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνίτης.
14Καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ, καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινε τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.
15Καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης, καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὄρει τοῦ Ἀμαλήκ.