Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΞΟΔΟΣ - ΕΞΟΔΟΣ 21

ΕΞΟΔΟΣ 21:15-20

Help us?
Click on verse(s) to share them!
15Ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω.
16Ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, τελευτήσει θανάτῳ.
17Ὃς ἐὰν κλέψῃ τις τινὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω.
18Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξωσι τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην,
19ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργείας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα.
20Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται.

Read ΕΞΟΔΟΣ 21ΕΞΟΔΟΣ 21
Compare ΕΞΟΔΟΣ 21:15-20ΕΞΟΔΟΣ 21:15-20