Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΞΟΔΟΣ

ΕΞΟΔΟΣ 32

Help us?
Click on verse(s) to share them!
1Καὶ ἰδὼν ὁ λαὸς, ὅτι κεχρόνικε Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ Ἀαρὼν, καὶ λέγουσιν αὐτῷ ἀνάστηθι, καὶ ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
2Καὶ λέγει αὐτοῖς Ἀαρὼν Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων, καὶ ἐνέγκατε πρός με.
3Καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρών.
4Καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι· καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν, Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.
5Καὶ ἰδὼν Ἀαρὼν ᾠκοδόμησε θυσιαστήριον κατέναντι αὐτοῦ· καὶ ἐκήρυξεν Ἀαρὼν λέγων, ἑορτὴ τοῦ κυρίου αὔριον.
6Καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα, καὶ προσήνεγκε θυσίαν σωτηρίου· καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
7Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, βάδιζε τὸ τάχος, κατάβηθι ἐντεύθεν· ἠνόμησε γὰρ ὁ λαός σου ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου.
8Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσκεκυνήκασιν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν, Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.
10καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτούς· καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα.
11καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ, καὶ εἶπεν, ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ;
12Μή ποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες Μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου, καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου,
13μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ, καὶ ἐλάλησας πρὸς αὐτοὺς, λέγων, πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ πᾶσαν τὴν γῆν ταύτην ἣν εἶπας δοῦναι αὐτοῖς, καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα.
14Καὶ ἱλάσθη Κύριος περιποιῆσαι τὸν λαὸν αὐτοῦ.
15Καὶ ἀποστρέψας Μωυσῆς, κατέβη ἀπὸ τοῦ ὄρους· καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ, πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν, ἔνθεν καὶ ἔνθεν ἦσανς γεγραμμέναι·
16καὶ αἱ πλάκες ἔργον Θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ Θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί.
17καὶ ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κραζόντων, λέγει πρὸς Μωυσὴν, Φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.
18καὶ λέγει Οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατʼ ἰσχὺν, οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω.
19καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς· καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας, καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος·

20καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν ἐν πυρὶ, καὶ κατήλεσεν αὐτὸν λεπτὸν, καὶ ἔσπειρεν αὐτὸν ὑπὸ τὸ ὕδωρ, καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ἰσραήλ.
21καὶ εἶπε Μωυσῆς τῷ Ἀαρὼν, Τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπʼ αὐτοὺς ἁμαρτίαν μεγάλην;
22καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν, μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.
23Λέγουσι γάρ μοι, ποιήσον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
24καὶ εἶπα αὐτοῖς, εἴ τινι ὑπάρχει χρυσία, περιέλεσθε· καὶ ἔδωκάν μοι· καὶ ἔῤῥιψα εἰς τὸ πῦρ· καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος.
25Καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται· (διεσκέδασε γὰρ αὐτοὺς Ἀαρών ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν)
26ἔστη δὲ Μωυσῆς ἑπὶ τῆς πύλης τῆς παρεμβολῆς, καὶ εἶπε, τίς πρὸς Κύριον; ἴτω πρός με. Συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευί.
27Καὶ λέγει αὐτοῖς τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίανν ἐπὶ τὸν μηρὸν, καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς, καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἓκαστος τὸν ἔγγιστα αὐτοῦ.
28Καὶ ἐποίησαν οἱ υἱοὶ Λευεὶ καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας.
29Καὶ εἶπεν αὐτοῖς Μωυσῆς, ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον Κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφʼ ὑμᾶς εὐλογίαν.
30Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπε Μωυσῆς πρὸς τὸν λαὸν, ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλη· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν Θεὸν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.
31Ὑπέστρεψε δὲ Μωυσῆς πρὸς Κύριον, καὶ εἶπε, δέομαι, κύριε· ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς.
32Καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας.
33Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείψω αὐτοὺς ἐκ τῆς βίβλου μου.
34Νυνὶ δὲ βάδιζε, κατάβηθι, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου· ᾖ δʼ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπʼ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν
35Καὶ ἐπάταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών.