Text copied!
CopyCompare
Η Καινή Διαθήκη - Acts - Acts 8

Acts 8:29-39

Help us?
Click on verse(s) to share them!
29Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, «Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.»
30Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν, «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;»
31Ὁ δὲ εἶπεν, «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με;» Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.»
34Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;»
35Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· «Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι;»
38Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.

Read Acts 8Acts 8
Compare Acts 8:29-39Acts 8:29-39