Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 19

ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4-12

Help us?
Click on verse(s) to share them!
4Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
5Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπεν πρὸς αὐτόν, «Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.»
6Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7Καὶ ἰδόντες, πάντες διεγόγγυζον, λέγοντες ὅτι «Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.»
8Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον, «Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.»
9Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν·
10ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.»
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι.
12Εἶπεν οὖν· «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 19ΚΑΤΑ ΛΟΥΚΑΝ 19
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4-12ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4-12