Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:28-46

Help us?
Click on verse(s) to share them!
28Ταῦτα ἐν Βιθαβαρᾶ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
30Οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ‹Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.›
31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.»
32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν.
33Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.›
34Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.»
35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
36Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ.»
37Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, «Τί ζητεῖτε;» Οἱ δὲ εἶπον αὐτῷ, «Ῥαββί» (ὃ λέγεται ἑρμηνευόμενον Διδάσκαλε), «ποῦ μένεις;»
39Λέγει αὐτοῖς, «Ἔρχεσθε καὶ ἴδετε.» Ἦλθον καὶ εἶδον ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην—ὥρα ἦν ὡς δεκάτη.
40Ἦν Ἀνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
41Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, «Εὑρήκαμεν τὸν Μεσίαν» (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός).
42Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν, «Σὺ εἶ Σίμων, ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς» (ὃ ἑρμηνεύεται, Πέτρος).
43Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.»
44(Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.)
45Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ Νόμῳ—καὶ οἱ Προφῆται—εὑρήκαμεν· Ἰησοῦν τὸν υἱὸν Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ.»
46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Λέγει αὐτῷ Φίλιππος, «Ἔρχου καὶ ἴδε.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:28-46ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:28-46