Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:10-22

Help us?
Click on verse(s) to share them!
10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»
11Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.»
12Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, «Κύριε, εἰ κεκοίμηται σωθήσεται.»
13Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν.
15Καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. Ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.»
16Εἶπεν οὖν Θωμᾶς (ὁ λεγόμενος Δίδυμος) τοῖς συμμαθηταῖς, «Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ.»
17Ἐλθὼν οὖν ὁ Ἰησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
18(Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε·
19καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.)
20Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν· «Κύριε, εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
22Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:10-22ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:10-22