Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΜΙΧΑΙΑΣ. Γʹ

ΜΙΧΑΙΑΣ. Γʹ 6

Help us?
Click on verse(s) to share them!
1Ἀκούσατε δὴ λόγον· Κύριος Κύριος εἶπεν, ἀνάστηθι, κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου.
2Ἀκούσατε ὄρη τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.
3Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.
4Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ.
5Λαός μου μνήσθητι δὴ, τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ, υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.
6Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;
7Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν; ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;
8Εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλʼ ἢ τοῦ ποιεῖν κρίμα, καὶ ἀγαπᾷν ἔλεον, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου;
9Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ· ἄκουε φυλὴ, καὶ τίς κοσμήσει πόλιν;
10Μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικίας;
11Εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου,
12ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;
13Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου.
14Σὺ φάγεσαι, καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ συσκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ῥομφαίαν παραδοθήσονται·
15Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον, καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.
16Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ, καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς ὁδοῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν, καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.