Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΛΟΥΚΑΝ - ΛΟΥΚΑΝ 21

ΛΟΥΚΑΝ 21:9-32

Help us?
Click on verse(s) to share them!
9ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
10τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
11σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸂λιμοὶ καὶ λοιμοὶ⸃ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα⸃ ἔσται.
12Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
13⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
16παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
17καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
18καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
19ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.
20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
22ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23⸀οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ τῷ λαῷ τούτῳ,
24καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα⸃, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ ⸀πληρωθῶσιν καιροὶ ἐθνῶν.
25Καὶ ⸀ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους θαλάσσης καὶ σάλου,
26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
30ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
31οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
32ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.

Read ΛΟΥΚΑΝ 21ΛΟΥΚΑΝ 21
Compare ΛΟΥΚΑΝ 21:9-32ΛΟΥΚΑΝ 21:9-32