Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΗΣΟΥΣ - ΙΗΣΟΥΣ 6

ΙΗΣΟΥΣ 6:21-26

Help us?
Click on verse(s) to share them!
21Καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς, καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας.
22Καὶ τοῖς δυσὶ νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦς, εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς, καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν, καὶ ὅσα ἐστὶν αὐτῇ.
23Καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν, εἰς τὴν οἰκίαν τῆς γυναικὸς, καὶ ἐξηγάγοσαν Ῥαὰβ τὴν πόρνην, καὶ τὸν πατέρα αὐτῆς, καὶ τὴν μητέρα αὐτῆς, καὶ τοὺς ἀδελφοὺς αὐτῆς, καὶ τὴν συγγένειαν αὐτῆς, καὶ πάντα ὅσα ἦν αὐτῆ· καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ἰσραήλ.
24Καὶ ἡ πόλις ἐνεπρήσθη ἐν πυρισμῷ σὺν πᾶσι τοῖς ἐν αὐτῇ· πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι.
25Καὶ Ῥαὰβ τὴν πόρνην, καὶ πάντα τὸν οἶκον αὐτῆς τὸν πατρικὸν ἐζώγρησεν Ἰησοῦς· καὶ κατῴκισεν ἐν τῷ Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψε τοὺς κατασκοπεύαντας, οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ἱεριχώ.
26Καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου, λέγων, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. Καὶ οὕτως ἐποίησεν Ὁζᾶν ὁ ἐκ Βαιθήλ· ἐν τῷ Ἀβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς.

Read ΙΗΣΟΥΣ 6ΙΗΣΟΥΣ 6
Compare ΙΗΣΟΥΣ 6:21-26ΙΗΣΟΥΣ 6:21-26