Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 17

ΒΑΣΙΛΕΙΩΝ Γ 17:3-11

Help us?
Click on verse(s) to share them!
3πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥαθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.
4Καὶ ἔσται ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
5Καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.
6Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τοπρωῒ, καὶ κρέα τοδείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ.
7Καὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χειμάῤῥους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
8Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ,
9ἀνάστηθι, καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
10Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ, καὶ ἦλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπεν αὐτῇ, λάβε δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι.
11Καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπε, λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 17ΒΑΣΙΛΕΙΩΝ Γ 17
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 17:3-11ΒΑΣΙΛΕΙΩΝ Γ 17:3-11