1Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι.
2Καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.
3Καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων, τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος, λέγων, ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπʼ αὐτῷ.
4Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου, λέγων, συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπʼ αὐτὸν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν.
5Καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου, κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου.
6Καὶ εἶπεν ὁ βασιλεὺς Ἱεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, δεήθητι τοῦ πρόσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ· καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτὸν, καὶ ἐγένετο καθὼς τὸ πρότερον.
7Καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, εἴσελθε μετʼ ἐμοῦ εἰς οἶκον, καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.
8Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα, ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ, οὐδὲ μὴ φάγω ἄρτον, οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
9ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ, λέγων, μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ.
10Καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ, καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.
11Καὶ προφήτης εἷς πρεσβύτης κατῴκη ἐν Βαιθὴλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθὴλ, καὶ τοὺς λόγους οὓς ἐλάλησε τῷ βασιλεῖ, καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.
12Καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν, λέγων, ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ Ἰούδα.
13Καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπʼ αὐτὸν,
14καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν, καὶ εἶπεν αὐτῷ, εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ, ἐγώ.
15Καὶ εἶπεν αὐτῷ, δεῦρο μετʼ ἐμοῦ, καὶ φάγε ἄρτον.
16Καὶ εἶπεν, οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ, οὐδὲ μὴ φάγομαι ἄρτον, οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
17Ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος, λέγων, μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ.
18Καὶ εἶπε πρὸς αὐτὸν, κᾀγὼ προφήτης εἰμὶ καθὼς σὺ, καὶ ἄγγελος λελάληκε πρὸς μὲ ἐν ῥήματι Κυρίου, λέγων, ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ·
19Καὶ ἐπέστρεψεν αὐτὸν, καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῴ οἴκῳ αὐτοῦ.
20Καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης, καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτόν·
21καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα, λέγων, τάδε λέγει Κύριος, ἀνθʼ ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,
22καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ ᾧ ἐλάλησε πρὸς σὲ, λέγων, οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.
23Καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψε, καὶ ἀπῆλθε.
24Καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ, καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐῥῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρʼ αὐτὸ, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.
25Καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐῤῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον, καὶ ἐλάλησαν ἐν τῇ πόλει οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῄ.
26Καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ, καὶ εἶπεν, ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστιν ὃς παρεπίκρανε τὸ ῥῆμα Κυρίου·
28Καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐῤῥιμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος, καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα· καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ οὐ συνέτριψε τὸν ὄνον.
29Καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν
30ὁ προφήτης, τοῦ θάψαι αὐτὸν ἐν τῷ τάφῳ ἑαυτοῦ, καὶ ἐκόψαντο αὐτὸν, οὐαὶ ἀδελφέ.
31Καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ, λέγων, ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ, παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ.
32Ὅτι γινόμενον ἔσται τὸ ῥῆμα ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.
33Καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγένετο ἱερεὺς εἰς τὰ ὑψηλά.
34Καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοὰμ, καὶ εἰς ὄλεθρον, καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.