Text copied!
Bibles in Ancient Greek (to 1453)

ΒΑΣΙΛΕΙΩΝ Γ 17:3-11 in Ancient Greek (to 1453)

Help us?

ΒΑΣΙΛΕΙΩΝ Γ 17:3-11 in μετάφραση των εβδομήκοντα

3 πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥαθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.
4 Καὶ ἔσται ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
5 Καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου.
6 Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τοπρωῒ, καὶ κρέα τοδείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ.
7 Καὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χειμάῤῥους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
8 Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ,
9 ἀνάστηθι, καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
10 Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ, καὶ ἦλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπεν αὐτῇ, λάβε δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι.
11 Καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπε, λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.
ΒΑΣΙΛΕΙΩΝ Γ 17 in μετάφραση των εβδομήκοντα