Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 24

ΑΡΙΘΜΟΙ 24:18-24

Help us?
Click on verse(s) to share them!
18Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ.
19Καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.
20Καὶ ἰδὼν τὸν Ἀμαλὴκ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
21Καὶ ἰδὼν τὸν Κεναῖον, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσίαν σου,
22καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε.
23Καὶ ἰδὼν τὸν Ὢγ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ὢ ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός;
24Καὶ ἐξελεύσεται ἐκ χειρῶς Κιτιαίων, καὶ κακώσουσιν Ἀσσοὺρ, καὶ κακώσουσιν Ἐβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.

Read ΑΡΙΘΜΟΙ 24ΑΡΙΘΜΟΙ 24
Compare ΑΡΙΘΜΟΙ 24:18-24ΑΡΙΘΜΟΙ 24:18-24