Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ

ΨΑΛΜΟΙ 119

Help us?
Click on verse(s) to share them!
1Ὠδὴ τῶν ἀναβαθμῶν. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.
2Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.
3Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
4Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.
5Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.
6Πολλὰ παρῴκησεν ἡ ψυχή μου· μετὰ τῶν μισούντων τὴν εἰρήνην.
7Ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.