Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ

ΨΑΛΜΟΙ 114

Help us?
Click on verse(s) to share them!
1Ἀλληλούϊα. Ἠγαπήσα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου·
2Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
3Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον,
4καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, ὦ Κύριε ῥῦσαι τὴν ψυχήν μου.
5Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
6Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην καὶ ἔσωσέ με.
7Ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε.
8Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.