1Εἰς τὸ τέλος, ἐν ψαλμοῖς ᾠδὴ τᾠ Δαυίδ.
2Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
3Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; διάψαλμα.
4Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
5Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε· διάψαλμα.
6Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
7Πολλοὶ λέγουσι, τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
8Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
9Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ Κύριε κατὰ μόνας ἐπʼ ἐλπίδι κατῴκισάς με.