1Ὠδὴ τῶν ἀναβαθμῶν. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε.
2Κύριε εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
3Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε, Κύριε, τίς ὑποστήσεται;
4Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν· ἕνεκεν τοῦ ὀνόματός σου
5ὑπέμεινά σε Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
6ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον· ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,
7Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις.
8Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.