Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΣΕΙΡΑΧ

ΣΕΙΡΑΧ 50

Help us?
Click on verse(s) to share them!
1Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέῤῥαψεν οἶκον, καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσε τὸν ναόν·
2καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ.
3Ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·
4ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν ἐμπολιορκῆσαι,
5ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος·
6ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης, ὡς σελήνη πλήρης ἐν ἡμέραις·
7ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου, καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·
8ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος· ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους,
9ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου· ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·
10ὡς ἐλαία ἀναθάλλουσα καρποὺς, καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.
11Ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασε περιβολὴν ἁγιάσματος.
12Ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ, κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῶ λιβάνῳ· καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων,
13καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν· καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ.
14Καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν, κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος,
15ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς· ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῷ παμβασιλεῖ.
16Τότε ἀνέκραγον υἱοὶ Ἀαρὼν, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν· ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου.
17Τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε, καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, προσκυνῆσαι τῷ Κυρίῳ αὐτῶν παντοκράτορι Θεῷ τῷ ὑψίστῳ.
18Καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος.

19Καὶ ἐδεήθη ὁ λαὸς Κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου, καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.
20Τότε καταβὰς ἐπῇρε χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραὴλ, δοῦναι εὐλογίαν Κυρίῳ ἐν χειλέων αὐτοῦ, καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι.
21Καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου.
22Καὶ νῦν εὐλογήσατε τῷ Θεῷ πάντες τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας, καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ.
23Δῴη ἡμῖν εὐφροσύνην καρδίας, καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος,
24ἐμπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.
25Ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος.
26Οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιεὶμ καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.
27Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξε ἐν τῷ βιβλίῳ, τούτῳ, Ἰησοῦς υἱὸς Σειρὰχ Ἱεροσολυμίτης, ὃς ἀνώμβρησε σοφίαν ἀπὸ καρδίας αὐτοῦ.
28Μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ ὁ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται.
29Ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει, ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ. ΠΡΟΣΕΥΧΗ ἸΗΣΟΥ ΥΙΟΥ ΣΕΙΡΑΧ.