Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΣΕΙΡΑΧ

ΣΕΙΡΑΧ 36

Help us?
Click on verse(s) to share them!
1Τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακὸν, ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
2Ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον.
3Ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δικαίων.
4Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
5Τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
6Ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
7Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλίου;
8Ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς·
9ἀπʼ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
10Καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Ἀδάμ.
11Ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς, καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν.
12Ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε, καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπʼ αὐτῶν κατηράσατο, καὶ ἐταπείνωσε, καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
13Ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
14Ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωὴ, οὕτως ἀπέναντι εὐσεβοῦς ἀμαρτωλός.
15Καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο ἓν κατέναντι τοῦ ἑνός.
16Κᾀγὼ ἔσχατος ἠγρύπνησα, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπʼ ἀρχῆς.
17Ἐλέησον λαὸν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου, καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας.
18Οἰκτείρησον πόλιν ἁγιάσματός σου Ἱερουσαλὴμ, πόλιν καταπαύματός σου.

19Πλῆσον Σιὼν ἆραι τὰ λόγιά σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
20Δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασί σου, καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου·
21δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν.
22Εἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς, ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων.
23Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον.
24Φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
25Καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
26Πάντα ἄῤῥενα ἐπιδέξεται γυνὴ, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων.
27Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει.
28Εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθʼ υἱοὺς ἀνθρώπων.
29Ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατʼ αὐτὸν καὶ στύλον ἀναπαύσεων.
30Οὗ οὐκ ἐστι φραγμὸς, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνὴ, στενάξει πλανώμενος.
31Τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψισῇ.