Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΣΕΙΡΑΧ

ΣΕΙΡΑΧ 2

Help us?
Click on verse(s) to share them!
1Τεκνὸν εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.
2Εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς.
3Κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.
4Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον.
5Ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
6Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου, εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.
7Οἱ φοβούμενοι τὸν Κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε ἵνα μὴ πέσητε.
8Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
9Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους.
10Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν;
11Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως.
12Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
13Οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει, διὰ τοῦτο οὐ σκεπασθήσεται.
14Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονὴν, καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;
15Οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηπήσουσι τὰς ὁδοὺς αὐτοῦ.
16Οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
17Οἱ φοβούμενοι Κύριον ἐτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ παπεινώσουσι τὰς ψυχὰς αὐτῶν.
18Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.