1Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνὴρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.
2Γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.
3Γυνὴ ἀγαθὴ μερὶς ἀγαθὴ, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται.
4Πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.
5Ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμὸν ὑπὲρ θάνατον, πάντα μοχθηρά.
6Ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ, καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.
7Βοοζύγιον σαλευόμενον γυνὴ πονηρὰ, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
8Ὀργὴ μεγάλη γυνὴ μέθυσος, καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει.
9Πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.
10Ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακὴν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται.
11Ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
12Ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται, καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
13Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
14Δόσις Κυρίου γυνὴ σιγηρὰ, καὶ οὐκ ἐστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς.
15Χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρὰ, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.
16Ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου, καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ.
17Λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ.
18Στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς, καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς.
28Επὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν διʼ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν· ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν.
29Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας.