Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΣΕΙΡΑΧ

ΣΕΙΡΑΧ 6

Help us?
Click on verse(s) to share them!
2aΚαὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
2bΜὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου.
3Τὰ φύλλα σου καταφάγεσαι, καὶ τοὺς καρπούς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.
4Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
5Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
6Οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοὶ, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.
7Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.
8Ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.
9Καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν, καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει.
10Καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.
11Καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παῤῥησιάσεται.
12Ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.
13Ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.
14Φίλος πιστὸς σκέπη κραταιὰ, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν.
15Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
16Φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν.
17Ὁ φοβούμενος Κύριον εὐθύνει φιλίαν αὐτοῦ, ὅτι κατʼ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.
18Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν.

19Ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς.
20Ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος.
21Ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπʼ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀποῤῥίψαι αὐτήν.
22Σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά.
23Ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου.
24Καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοίον αὐτῆς τὸν τράχηλόν σου.
25Ὑπόθες τὸν ὦμόν σοῦ, καὶ βάσταξον αὐτὴν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς.
26Ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.
27Ἐξίχνεύσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν.
28Ἐπʼ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην.
29Καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.
30Κόσμος γὰρ χρύσεός ἐστιν ἐπʼ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον.
31Στολὴν δόξης ἐνδύσῃ αὐτὴν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
32Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ.
33Ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ.
34Ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ, τίς σοφός; αὐτῷ προσκολλήθητι.
35Πᾶσαν διήγησιν θείαν θέλε ἀκούειν, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.
36Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.

37Διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διαπαντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.