1Ἀσχολιὰ μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδὰμ, ἀφʼ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπὶ ταφῇ εἰς μητέρα πάντων.
2Τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς·
3ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ, καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ·
4ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον, καὶ ἕως περιβαλλουμένου ὠμόλινον·
5θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις, καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ.
6Ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς, τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκπέφευγὼς ἀπὸ προσώπου πολέμου.
7Ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη, καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
8Μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα.
9Θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομφαία,. ἐπαγωγαὶ, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ,
10ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ διʼ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
11Πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
12Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
13Χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται, καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει.
14Ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας, εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
15Ἔκγονα ἀσεβῶν οὐ πληθύνει κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας.
16Ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
17Χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμένει.
18Ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
19Τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
20Οἶνος καὶ μουσικὰ εὐφραίνουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.
21Αὐλὸς καὶ ψαλτήριον ἡδύνουσι μέλι, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα.
22Χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.
23Φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
24Ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται.
25Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδα, καὶ ὑπὲρ ἀπφότερα βουλὴ εὐδοκιμεῖται.
26Χρήματα καὶ ἰσχὺς ἀνυψώσουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος Κυρίου· οὐκ ἔστι φόβῳ Κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν.
27Φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.
28Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς, κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.
29Ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
30Ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.