1Πὰς φίλος ἐρεῖ, ἐφιλίασα αὐτῷ κᾷγώ· ἀλλʼ ἔστι φίλος ὀνόματι μόνον φίλος.
2Οὐχὶ λύπη ἔνι ἕως θανάτου, ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;
3Ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι;
4Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·
5Ἐταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι πολέμου λήψεται ἀσπίδα.
6Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασί σου.
7Πᾶς σύμβουλος ἐξαίρει βουλὴν, ἀλλʼ ἔστι συμβουλεύων εἰς ἑαυτόν.
8Ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται· μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον,
9καὶ εἴπῃ σοι, καλὴ ἡ ὁδός σου· καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι.
10Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν.
11Μετὰ γυναικὸς περὶ ἀντιζήλου αὐτῆς, καὶ μετὰ δειλοῦ περὶ πολέμου· μετὰ ἐμπόρου περὶ μεταβολίας, καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως· μετὰ βασκάνου περὶ εὐχαριστίας, καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας· μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου, καὶ μετὰ μισθίου ἐφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας· μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας.
12Ἀλλʼ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς· ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.
13Καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἐστί σοι πιστότερος αὐτῆς·
14ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν, ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς.
15Καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου.
16Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή.
17Ἴχνος ἀλλοιώσεως καρδίας.
18Τέσσαρα μέρη ἀνατέλλει, ἀγαθὸν καὶ κακὸν, ζωὴ καὶ θάνατος, καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν.
19Ἔστιν ἀνὴρ πανοῦργος καὶ πολλῶν παιδευτὴς, καὶ τῇ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν.
20Ἔστι σοφιζόμενος ἐν λόγοις μισητὸς, οὗτος πάσης τροφῆς καθυστερήσει,
21οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη.
22Ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.
23Ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.
24Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.
25Ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.
26Ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.
27Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ.
28Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.
29Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·
30ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας.
31Διʼ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.