Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΜΑΡΚΟΝ - ΚΑΤΑ ΜΑΡΚΟΝ 4

ΚΑΤΑ ΜΑΡΚΟΝ 4:35-39

Help us?
Click on verse(s) to share them!
35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, «Διέλθωμεν εἰς τὸ πέραν.»
36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτόν, ὡς ἦν ἐν τῷ πλοῖῳ (καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾿ αὐτοῦ).
37Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
38Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, «Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;»
39Καὶ διεγερθείς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, «Σιώπα· πεφίμωσο.» Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.

Read ΚΑΤΑ ΜΑΡΚΟΝ 4ΚΑΤΑ ΜΑΡΚΟΝ 4
Compare ΚΑΤΑ ΜΑΡΚΟΝ 4:35-39ΚΑΤΑ ΜΑΡΚΟΝ 4:35-39