Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 6

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6-19

Help us?
Click on verse(s) to share them!
6Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7Παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσιν κατηγορίαν αὐτοῦ.
8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, «Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον.» Ὁ δὲ ἀναστὰς ἔστη.
9Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσω ὑμᾶς τι· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»,
10Καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ, «Ἔκτεινον τὴν χεῖρά σου.» Ὁ δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ, ὑγιὴς ὡς ἡ ἄλλη.
11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
13Καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν·
14Σίμωνα (ὃν καὶ ὠνόμασεν Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,
15Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον (τὸν τοῦ Ἀλφαίου) καὶ Σίμωνα (τὸν καλούμενον Ζηλωτήν),
16Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην (ὃς καὶ ἐγένετο προδότης).
17Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·
18καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων—καὶ ἐθεραπεύοντο.
19Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 6ΚΑΤΑ ΛΟΥΚΑΝ 6
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6-19ΚΑΤΑ ΛΟΥΚΑΝ 6:6-19