Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19-37

Help us?
Click on verse(s) to share them!
19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, «Σὺ τίς εἶ;»
20Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι «Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.»
21Καὶ ἠρώτησαν αὐτόν, «Τί οὖν, Ἠλίας εἶ σύ;» Καὶ λέγει, «Οὐκ εἰμί.» «Ὁ Προφήτης εἶ σύ;» Καὶ ἀπεκρίθη, «Οὔ.»
22Εἶπον οὖν αὐτῷ, «Τίς εἶ;—ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;»
23Ἔφη, «Ἐγὼ φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν Κυρίου,› καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.»
24Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
25Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ, «Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ Προφήτης;»
26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, «Ἐγὼ βαπτίζω ἐν ὕδατι, μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.
27Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.»
28Ταῦτα ἐν Βιθαβαρᾶ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
30Οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ‹Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.›
31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.»
32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν.
33Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‹Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν—οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.›
34Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.»
35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
36Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ.»
37Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19-37ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19-37